ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ

Προθεωρία Συναξαρίου

 

Ἀπὸ τὸ Τυπικὸν ὑπὸ τοῦ Ρῆγα [Τ.Γ.Ρ.], σ. 98:

Καθ' ἑκάστην μετὰ τὴν ς' ᾠδὴν ἀναγνωσθέντος τοῦ κοντακίου καὶ τοῦ οἴκου, τοῦ κατὰ τὴν ἡμέραν, ἀναγινώσκεται εὐθὺς μετ' αὐτὰ τὸ συναξάριον τῆς ἡμέρας, ὡς κεῖται ἐν τοῖς Μηναίοις. Κατὰ δὲ τὰς Κυριακὰς καὶ λοιπὰς ἑορτὰς τοῦ Τριῳδίου καὶ Πεντηκοσταρίου, ὡς καὶ ἐν ταῖς Κυριακαῖς τῶν Ἁγίων Πατέρων, τῶν Προπατόρων, καὶ τῇ πρὸ καὶ μετὰ τὴν Χριστοῦ Γέννησιν Κυριακῇ, ἀναγινώσκεται πρῶτον τὸ συναξάριον τοῦ Ἁγίου τῆς ἡμέρας ἐκ τοῦ Μηναίου, μεθ' ὅ τὸ τῆς Κυριακῆς ἢ ἑτέρας ἑορτῆς συναξάριον. Τότε ὅμως οὐ λέγεται τὸ τέλος τοῦ συναξαρίου τῶν Ἁγίων τῆς ἡμέρας, ἀλλὰ τὸ τέλος τοῦ συναξαρίου τῆς Κυριακῆς ἢ τῆς ἑτέρας ἑορτῆς τοῦ Τριῳδίου ἢ Πεντηκοσταρίου.

 

ἀρχικό: 11/6/2005
panayiotis@analogion.net