ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ

Στιχολογία τῆς Τιμιωτέρας

 

Μετὰ τὴν καταβασίαν, ἢ τὸν ἀντ' αὐτῆς εἱρμόν, τῆς η' ᾠδῆς, ἐκφωνοῦντος τοῦ διακόνου ἢ τοῦ ἱερέως Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός κτλ., στιχολογεῖται ἡ τιμιωτέρα. Ἤτοι ψάλλουσιν οἱ χοροὶ τὸ τροπάριον

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

ἑξάκις, ἐναλλάξ, ἀρχομένου τοῦ δεξιοῦ χοροῦ [βλέπε τὰ μουσικά, π.χ. ἀπὸ τὴν Νέα Μουσικὴ Συλλογή (Ὄρθρος) ὑπὸ Ἀθ. Καραμάνη]. Πρὸ ἑκάστου δὲ τροπαρίου προτάσσεται καὶ ἀνὰ εἷς ἐκ τῶν ἕξ στίχων τῆς ᾠδῆς τῆς Θεοτόκου (Λουκ. α' 46-55):

  1. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου.

  2. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

  3. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ, καὶ τὸ ἔλεος Αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις Αὐτόν (*).

  4. Ἐποίησε κράτος ἐν βραχίονι Αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

  5. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

  6. Ἀντελάβετο Ἰσραὴλ παιδὸς Αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ σπέρματι Αὐτοῦ ἕως αἰῶνος (**).

Ψάλλεται δὲ ἡ Τιμιωτέρα εἰς τὸν ἦχον τῆς θ' ᾠδῆς τοῦ πρώτου κανόνος τῆς ἡμέρας. Καὶ μετὰ τὴν στιχολογίαν τῆς τιμιωτέρας εὐθύς, ἀρχομένου τοῦ δεξιοῦ χοροῦ, ψάλλεται ἡ θ' ᾠδὴ τῶν κανόνων τῆς ἡμέρας, μεθ' ἥν ὁ εἱρμὸς ἢ ἡ καταβασία, ὡς ἐλέχθη.

Ἐν αἷς ἡμέραις οὐ στιχολογεῖται ἡ Τιμιωτέρα, εὐθὺς μετὰ τὴν ἐκφώνησιν Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ψάλλεται ἡ θ' ᾠδὴ τῶν κανόνων τῆς ἡμέρας, μεθ' ὅ ἡ καταβασία τῆς θ' καὶ ἡ αἴτησις. Ἡ δὲ Τιμιωτέρα καταλιμπάνεται.

Οὐ στιχολογεῖται δὲ ἡ Τιμιωτέρα ἐν ταῖς ἐφεξῆς ἡμέραις.

  • Ἐν τῇ Γεννήσει τῆς Θεοτόκου καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῇ Ὑψώσει τοῦ Σταυροῦ καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῇ Εἰσόδῳ τῆς Θεοτόκου καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῇ Γεννήσει τοῦ Χριστοῦ καὶ τῇ κς' Δεκεμβρίου καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῇ Περιτομῇ, ἐν τοῖς Θεοφανείοις καὶ τῇ ζ' Ἰανουαρίου καὶ ἐν τῇ ἀποδόσει αὐτῶν,

  • ἐν τῇ Ὑπαπαντῇ καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῷ Εὐαγγελισμῷ,

  • ἀπὸ τοῦ Σαββάτου τοῦ Λαζάρου μέχρι τῆς Κυριακῆς τοῦ Θωμᾶ,

  • ἐν ταῖς Κυριακαῖς τῆς Πεντηκοστῆς, ἐκτὸς τῆς Κυριακῆς τῶν Πατέρων,

  • ἐν τῇ Μεσοπεντηκοστῇ καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῇ ἀποδόσει τοῦ Πάσχα,

  • ἐν τῇ Ἀναλήψει καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῇ Πεντηκοστῇ καὶ τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῇ Μεταμορφώσει καὶ ἐν τῇ ἀποδόσει αὐτῆς,

  • ἐν τῇ Κοιμήσει τῆς Θεοτόκου καὶ ἐν τῇ ἀποδόσει αὐτῆς.

Σημειωτέον δὲ ὅτι ἐκ τῶν σημειωθεισῶν ἡμερῶν, ἐν ταῖς Θεομητορικαῖς ἑορταῖς τῆς Γεννήσεως, τῆς Εἰσόδου, τῆς Ὑπαπαντῆς, τοῦ Εὐαγγελισμοῦ καὶ τῆς Κοιμήσεως, ὡσαύτως ἐν ταῖς ἀποδόσεσιν αὐτῶν, καὶ ἐν ταῖς ἀποδόσεσι τῶν Δεσποτικῶν ἑορτῶν τῆς Ὑψώσεως τοῦ Σταυροῦ, τῶν Χριστουγέννων, τῶν Θεοφανείων καὶ τῆς Μεταμορφώσεως, ἡ Τιμιωτέρα στιχολογεῖται, ὅταν αὗται τύχωσιν ἐν Κυριακῇ, ὅταν δὲ τύχωσιν ἐν ἄλλῃ ἡμέρα τῆς ἑβδομάδος ἐκτὸς Κυριακῆς, οὐ στιχολογεῖται.

 

------------

(*) Τοὺς στίχους τοὺς λάβαμε ἀπὸ τὸ Συλλειτουργικόν. Ἡ Καινὴ Διαθήκη (π.χ. "τοῦ Τρεμπέλα"), ἔχει στὸ Λουκ. α' 50: "εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις Αὐτόν".

(**) Ἡ Καινὴ Διαθήκη (π.χ. "τοῦ Τρεμπέλα"), ἔχει στὸ Λουκ. α' 55: "καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα".

 

Γιὰ τὰ παραπάνω, ἀντιγράψαμε ἀπὸ τὶς ἐξῆς ἀναφορές:

  1. Τυπικὸν ὑπὸ τοῦ Ρῆγα [Τ.Γ.Ρ.], σσ. 98-99.
  2. Συλλειτουργικὸν [ΣΥΛ], Ἔκδοσις Ἱερᾶς Μονῆς Σίμωνος Πέτρας, Ἅγιον Ὅρος 1997.

 

ἀρχικό: 11/6/2005
panayiotis@analogion.net