ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ

Λειτουργικά

 

Τὸ Τυπικὸν ὑπὸ τοῦ Ρῆγα [Τ.Γ.Ρ.], ἀναφέρει σχετικὰ στὶς σ. 127-128:

"Ἐν ταῖς λειτουργίαις τοῦ Χρυσοστόμου καὶ Μεγάλου Βασιλείου μετὰ τὴν μεγάλην εἴσοδον καὶ μετὰ τὸ εἰπεῖν τὸν διάκονον Ἀγαπήσωμεν ἀλλήλους κτλ. ἄρχονται οἱ χοροὶ ἀπαντᾶν εἰς τὰς ἐκφωνήσεις τοῦ διακόνου καὶ ἱερέως δι' ἑτέρων ἐκφωνήσεων. Εἰσὶν δὲ αὗται αἱ ἐξῆς: Πατέρα Υἱὸν κτλ., Ἔλεον εἰρήνης, Καὶ μετὰ τοῦ πνεύματός σου, Ἔχομεν πρὸς τὸν Κύριον, Ἄξιον καὶ δίκαιον, Ἅγιος Ἅγιος Ἅγιος Κύριος Σαβαώθ κτλ., Ἀμήν, Ἀμήν, καὶ τὸ Σὲ ὑμνοῦμεν κτλ.

Αἱ εἰς τὰς ἐκφωνήσεις τοῦ διακόνου καὶ ἱερέως ἀπαντήσεις αὗται τῶν χορῶν, ἀπὸ τοῦ Πατέρα Υἱὸν μέχρι τοῦ Σὲ ὑμνοῦμεν συμπεριλαμβανομένου, καλοῦνται συνήθως λειτουργικά.

Ἐξ αὐτῶν τὸ πρῶτον Πατέρα Υἱὸν κτλ. λέγεται μόνον ὅταν λειτουργῇ εἷς ἱερεὺς μετὰ ἢ ἄνευ διακόνου· ὅταν δὲ συλλειτουργῶσι πλείονες τοῦ ἑνὸς ἱερεῖς, ἀντ' αὐτοῦ ψάλλεται τὸ Ἀγαπήσω Σε Κύριε ἡ ἰσχύς μου· Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου.

Ἐκ τῶν λειτουργικῶν, τὸ Πατέρα Υἱὸν καὶ τὰ ἐπίλοιπα μέχρι τοῦ πρώτου Ἀμὴν συμπεριλαμβανομένου λέγονται ὑπὸ τοῦ δεξιοῦ χοροῦ· τὸ δὲ δεύτερον Ἀμὴν καὶ τὸ Σὲ ὑμνοῦμεν λέγονται ὑπὸ τοῦ ἀριστεροῦ.

Ἐν τῇ λειτουργίᾳ τοῦ Χρυσοστόμου, τὰ λειτουργικὰ οὐ ψάλλονται, ἀλλ' ἀπαγγέλλονται εἰς τὸν ἦχον τῶν ἐκφωνήσεων κατὰ τὸ ὕφος τοῦ ἀποστόλου, πλὴν μόνον τοῦ Ἀγαπήσω Σε Κύριε ἡ ἰσχύς μου, ὅπερ ψάλλεται εἰς ἦχον βαρὺν ἢ β'.

Ἐν δὲ τῇ λειτουργίᾳ τοῦ Μεγάλου Βασιλείου, μέχρι μὲν τοῦ Ἄξιον καὶ δίκαιον συμπεριλαμβανομένου ἀπαγγέλλονται ὁμοίως ὡς καὶ ἐν τῇ λειτουργίᾳ τοῦ Χρυσοστόμου. Τὸ δὲ Ἅγιος ἅγιος, τὰ δύο Ἀμήν καὶ τὸ Σὲ ὑμνοῦμεν ψάλλονται ἀργῶς εἰς ἦχον β' διὰ τὸ μέγεθος τῶν κατ' αὐτὰ μυστικῶς ἀναγινωσκομένων εὐχῶν ὑπὸ τοῦ ἱερέως.

Ἐκ τῆς λειτουργίας τῶν προηγιασμένων ἐλλείπουσιν ὅλως τὰ τε λειτουργικὰ καὶ τὸ Ἄξιόν ἐστιν, καθότι τετελειωμένη καὶ προηγιασμένη τυγχάνει ἡ θυσία, καὶ οὐ χρήζει ἁγιασμοῦ."

 

ἀρχικό: 26/9/2005
panayiotis@analogion.net