ΤΥΠΙΚΟΝ

ΕΣΠΕΡΙΑ ΣΤΙΧΗΡΑ


 

Τὸ Τυπικὸν ὑπὸ τοῦ Ρῆγα [Τ.Γ.Ρ.], ἀναφέρει σχετικὰ στὶς σ. 55-56:

"Τὰ μεθ' ἕκαστον ἐκ τῶν τελευταίων στίχων τοῦ Κύριε ἐκέκραξα ψαλλόμενα στιχηρὰ ἐν ἑκάστῳ ἑσπερινῷ καλοῦνται στιχηρὰ  τοῦ ἑσπερινοῦ ἢ ἑσπέρια.

Ἐν ἑκάστω Σαββάτῳ ἑσπέρας ἐν τῷ μεγάλῳ ἑσπερινῷ, ὡς καὶ ἐν τῷ μεγάλῳ ἑσπερινῷ τῶν Βαΐων, τοῦ Θωμᾶ, τῆς Ἀναλήψεως, τῆς Πεντηκοστῆς καὶ τῆς α' Σεπτεμβρίου, εἴτε γίνεται ἀγρυπνία, εἴτε μή, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι' καὶ ψάλλομεν τὰ ἑσπέρια εἰς ι'. Ὡσαύτως ἱστῶμεν στίχους ι' καὶ ψάλλομεν τὰ ἑσπέρια εἰς ι' ταῖς Κυριακαῖς ἑσπέρας τῆς Μεγάλης Τεσσαρακοστῆς, πλὴν τῶν Βαΐων, καὶ ἐν οἷς ἑσπερινοῖς τελεῖται ἡ προηγιασμένη.

Ἐν τῷ μεγάλῳ ἑσπερινῷ τῶν Θεομητορικῶν καὶ Δεσποτικῶν Ἑορτῶν, πλὴν τῶν ἀνωτέρω τεσσάρων, καὶ τῶν ἑορταζομένων Ἁγίων, ἐὰν μὲν γίνηται ἀγρυπνία, ἱστῶμεν στίχους η' καὶ ψάλλομεν τὰ στιχηρὰ αὐτῶν εἰς η'. Ἐὰν δὲ δὲν γίνηται ἀγρυπνία, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ ἑσπέρια εἰς ς΄. Πλὴν τῆς ἑορτῆς τῆς Γεννήσεως τοῦ Προδρόμου καθ' ἥν, εἴτε γίνηται ἀγρυπνία, εἴτε μή, ψάλλονται τὰ ἑσπέρια πάντοτε εἰς η'.

Ἐὰν ὅμως Θεομητορική τις ἑορτή, ἢ μνήμη Ἁγίων τύχῃ ἐν Κυριακῇ, τὰ στιχηρὰ ψάλλονται εἰς ι' εἴτε γίνεται ἀγρυπνία, εἴτε μή.

Δεσποτικῆς δὲ ἑορτῆς τυχούσης ἐν Κυριακῇ (πλὴν τῶν εἰρημένων), τὰ στιχηρὰ ψάλλονται πάλιν εἰς η' ἀγρυπνίας τελουμένης, ἢ εἰς ς' ὅταν δὲν τελῆται τοιαύτη.

Ἐν πᾶσι τοῖς καθ' ἡμέραν λοιποῖς ἑσπερινοῖς ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ ἑσπέρια εἰς ς'.

Ἐν τοῖς μικροῖς ἑσπερινοῖς ἀείποτε ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑσπέρια εἰς τέσσαρα".

 

ἀρχικό: 2/1/2006
panayiotis@analogion.net