ΤΥΠΙΚΟΝ

ΟΙ ΑΝΤΙ ΚΑΤΑΒΑΣΙΩΝ ΕΙΡΜΟΙ


 

Τὸ Τυπικὸν ὑπὸ τοῦ Ρῆγα [Τ.Γ.Ρ.], ἀναφέρει σχετικὰ στὶς σ. 97-98:

"Ἐν αἷς ἡμέραις οὐ ψάλλονται καταβασίαι, ψάλλονται ἀντ' αὐτῶν τεσσάρων ᾠδῶν εἱρμοὶ οὕτω:

  • Μετὰ τὸ τέλος τῆς γ' ᾠδῆς ψάλλεται ὁ εἱρμὸς τῆς γ' ᾠδῆς τοῦ τελευταίου κανόνος τῆς ἡμέρας.

  • Εἶτα μετὰ τὸ τέλος τῆς ς' ᾠδῆς ψάλλεται πάλιν ὁ εἱρμὸς [τῆς ς' ᾠδῆς] τοῦ τελευταίου τῆς ἡμέρας κανόνος.

  • Ὡσαύτως καὶ μετὰ τὸ τέλος τῆς η' ᾠδῆς, καὶ μετὰ τὸ τέλος τῆς θ'.

Καὶ ἐν τοῖς εἱρμοῖς δὲ τῆς η' ᾠδῆς, προτάσσεται ὁ στίχος Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον, ὡς ἐλέχθη καὶ διὰ τὰς καταβασίας.

Ἐν τῇ ἑβδομάδι τῆς Τυρινῆς καὶ τῇ Μεγάλῃ Τεσσαρακοστῇ, ἐν μὲν τῇ η' καὶ θ' ᾠδῇ, ψάλλονται πάντοτε οἱ εἱρμοὶ τοῦ δευτέρου τριῳδίου τῆς ἡμέρας. Τῇ δὲ Δευτέρᾳ, Τρίτῃ, Πέμπτῃ καὶ Παρασκευῇ ψάλλονται οἱ τοῦ κανόνος τοῦ Μηναίου εἱρμοὶ τῆς γ' καὶ ς' ᾠδῆς. Τῇ Τετάρτῃ, ὁ εἱρμὸς τῆς γ' ψάλλεται ὁ τοῦ δευτέρου τριῳδίου, ὁ δὲ τῆς ς' ᾠδῆς ὁ τοῦ Μηναίου. Τῷ δὲ Σαββάτῳ, μετὰ μὲν τὴν γ' ᾠδὴν ψάλλεται ὁ εἱρμὸς τοῦ κανόνος τοῦ Μηναίου, μετὰ δὲ τὴν ς' ὁ εἱρμὸς τοῦ δευτέρου τετραῳδίου. Ἐννοεῖται δὲ οἴκοθεν ὅτι ἐν αἷς ἡμέραις ὑπάρχουσιν ᾠδαὶ ἕτεραι τοῦ Τριῳδίου, πλὴν τῆς γ', ς', η' καὶ θ' ᾠδῆς, ψάλλεται μεθ' ἑκάστην αὐτῶν ὡς καταβασία ὁ εἱρμὸς τοῦ δευτέρου τριῳδίου, ὡς ἐν τῷ περὶ καταβασιῶν μέρει ἐλέχθη.

Μετὰ τὴν καταβασίαν τῆς θ' ᾠδῆς, γίνεται εὐθὺς ἡ ὡρισμένη αἴτησις καὶ ἡ ἐκφώνησις. Ὁσάκις ὅμως καταβασίαι οὐ ψάλλωνται, ἀλλὰ μόνον οἱ εἱρμοὶ τῆς γ', ς', η' καὶ θ' ᾠδῆς, τότε μετὰ τὸν εἱρμὸν τῆς θ' ᾠδῆς ψάλλεται ὑπὸ τοῦ ἀριστεροῦ χοροῦ εἰς τὸν αὐτὸν ἦχον τὸ Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον, μεθ' ὅ γίνεται ἡ τῆς θ' ᾠδῆς αἴτησις".

 

ἀρχικό: 20/11/2005
panayiotis@analogion.net