ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

Τυπικόν - ΙΗ' Δεκεμβρίου 2005 - Κυριακή προ της Χριστού Γεννήσεως - Ήχος α', εωθινόν δ'.


ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ
ἔχων ἡμέρας λα'.
Ἡ ἡμέρα ἔχει ὥρας θ' καὶ ἡ νὺξ ὥρας ιε'.

 

18 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ, ἐν ᾗ μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσήφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο· ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων. Τῶν Ἁγίων· Σεβαστιανοῦ καὶ τῶν σὺν αὐτῷ, Ζωῆς, Τραγκυλίνου, Νικοστράτου, Κλαυδίου, Κάστορος, Τιβουρτίου, Καστούλου, Μαρκελλίνου καὶ Μάρκου Μαρτύρων (+287), Ευβιότου Μάρτυρος, Φλώρου Ἐπισκόπου Ἀμινσοῦ, Φωκᾶ καὶ Ἑρμύλου Μαρτύρων, Ζακχαίου διακόνου καὶ Ἀλφειοῦ ἀναγνώστου Μαρτύρων, Μιχαὴλ Συγκέλλου, τοῦ Ὁμολογητοῦ, Μοδέστου Ἀρχιεπισκόπου Ἰεροσολύμων Ἱερομάρτυρος (+389). Ἦχος α', ἑωθινόν δ' (τὴν ἀκολουθίαν ζήτει ἐν τῷ Μηναίῳ μετὰ τὴν 17ην Δεκεμβρίου).

(περίπτωση Ι στο [Τ.Γ.Ρ], σ. 363: "Ἐὰν ἡ παροῦσα Κυριακὴ τύχῃ πρὸ τῆς κ' τοῦ μηνός, ἤτοι τῇ ιη' ἢ τῇ ιθ' τοῦ μηνός, ἡ προεόρτιος ἀκολουθία οὐ ψάλλεται, ἀλλὰ μόνη ἡ ἀκολουθία τῶν ἁγίων πατέρων μετὰ τῆς ἀναστασίμου")
 

Ἑσπερινός.

  • Μετὰ τὴν ἀπόλυσιν τῆς Θ' Ὥρας, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε, μέχρι Ἐξάγαγε ἐκ φυλακῆς (Ψαλμοί ρμ', ρμα', ρκθ', ρις')

  • Στιχηρά· Ἀναστάσιμα ς' καὶ τῶν πατέρων Τὰ τῶν πατέρων σήμερον πιστοί δ'.

  • Δόξα, Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν.

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ).

  • Τὰ Ἀναγνώσματα.

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ Ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα, Βολίδες ἀστράπτοντες. Καὶ νῦν Θεοτοκίον Ἁμαρτωλῶν τὰς δεήσεις (ζήτει ἐν τῇ Παρακλητικῇ: Ἦχος α', Δευτέρα Ἑσπέρας). Εἶτα αἱ αἰτήσεις· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... . Καὶ εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον, τὸ ἀναστάσιμον τοῦ ἤχου καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα, Χαίρετε προφῆται τίμιοι.

  • Καὶ νῦν, Ὢ θαύματος καινοῦ.

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον, Δόξα, Μεγάλα τὰ τῆς πίστεως. Καὶ νῦν, Πάντα ὑπὲρ ἔννοιαν.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Μετὰ τὴν ἀπόλυσιν τοῦ Μεσονυκτικοῦ, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· τὸ Ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, Μεγάλα τὰ τῆς πίστεως. Καὶ νῦν, Πάντα ὑπὲρ ἔννοιαν.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου (αὕτη ἡ α' στιχολογία).

    • Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου (αὕτη ἡ β' στιχολογία).

    • Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).

  • Τὸ Ἑωθινὸν ἀναστάσιμον Εὐαγγέλιον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός (ψαλλομένου τοῦ Ν' Ψαλμοῦ γίνεται ὁ ἀσπασμὸς τοῦ Εὐαγγελίου).

  • Δόξα, Ταῖς τῶν Ἀποστόλων. Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεὸς καὶ τὸ πεντηκοστάριον Ἀναστὰς ὁ Ἰησοῦς.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου..., Κύριε ἐλέησον (ιβ').

  • Ο κανὼν τῶν πατέρων μόνον, Κύματι θαλάσσης, μετὰ τῶν εἱρμῶν εἰς ιδ'. Ἤτοι τὸν εἱρμὸν δίς, τὸ πρῶτον τροπάριον (ὅπερ ἐστὶν ἀναστάσιμον) δίς, καὶ τὰ λοιπὰ τροπάρια τῶν πατέρων εἰς ι' [Οὐ στιχολογεῖται Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι Χριστὸς γεννᾶται.

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), ἡ ὑπακοὴ Ἄγγελος παίδων, τὸ ἀναστάσιμον Κοντάκιον καὶ ὁ Οἶκος.

  • Ἀφ' ἕκτης ᾠδῆς, κοντάκιον τῶν πατέρων Χειρόγραφον εἰκόνα, καὶ ὁ Οἶκος.

  • Τὸ Συναξάριον τοῦ Μηναίου (τὸ τῆς 18ης τοῦ μηνὸς, καὶ τὸ τῆς Κυριακῆς πρὸ τῆς Χριστοῦ Γεννήσεως).

  • Ἡ Τιμιωτέρα στιχολογεῖται (μετὰ τὴν η' ᾠδὴν καὶ τὴν Καταβασίαν αὐτῆς).

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἀναστάσιμον ἐξαποστειλάριον, τῶν πατέρων Πατριαρχῶν οἱ πρόκριτοι, καὶ τὸ Θεοτοκίον τοῦ ἀναστασίμου ἐξαποστειλαρίου.

  • Εἰς τοὺς Αἴνους· Πᾶσα πνοή, Αἰνεῖτε, καὶ ἡ Στιχολογία τῶν Αἴνων, ἤτοι οἱ στίχοι τοῦ ὑπόλοιπου ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι Τοῦ ποιῆσαι ἐν αὐτοῖς. Εἶτα, στιχηρὰ ἀναστάσιμα δ' καὶ τῶν ἁγίων πατέρων δ'.

  • Δόξα· Τῶν νομικῶν διδαγμάτων.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις εἰς ἦχον β'.

  • Δοξολογία μεγάλη.

  • Σήμερον σωτηρία, εἰς ἦχον δ'.

  • Ἡ Ἐκτενής, ἡ Δέησις ("τὰ Πληρωτικά"), καὶ Ἀπόλυσις.

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημειώσεις:

  1. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

  2. Κατὰ τὸν Ρήγα [σ. 31, Τ.Γ.Ρ.]: Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
15/12/2005 - 14/02/2010