ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

Τυπικόν - K' Νοεμβρίου 2005 - Κυριακή ΚΒ' (Θ' Λουκά) - Ήχος πλ. α', εωθινόν ια'.


ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ
ἔχων ἡμέρας λ'.
Ἡ ἡμέρα ἔχει ὥρας ι' καὶ ἡ νὺξ ὥρας ιδ'.

 

20 ΚΥΡΙΑΚΗ ΚΒ' (Θ' ΛΟΥΚΑ). Προεόρτια τῶν Εἰσοδίων τῆς Θεοτόκου· Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου (+816)· καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (+447). Τοῦ Ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δορυστόλῳ· τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου, καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι. Τῶν Ἁγίων Μαρτύρων Εὐσταθίου, Θεσπεσίου καὶ Ἀνατολίου καὶ τοῦ Ἁγίου Θεοκτίστου, τοῦ Πατρικίου.  Ἦχος πλ. α', ἑωθινόν ια'.
 

Ἑσπερινός.

  • Μετὰ τὴν ἀπόλυσιν τῆς Θ' Ὥρας, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε, μέχρι Ἐξάγαγε ἐκ φυλακῆς (Ψαλμοί ρμ', ρμα', ρκθ', ρις')

  • Στιχηρά· Ἀναστάσιμα γ' καὶ ἀνατολικὸν ἕν, προεόρτια γ' καὶ τοῦ Ἁγίου Γρηγορίου γ'.

  • Δόξα, Σήμερον ὁ Θεοχώρητος ναός.

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ).

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ Ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα, καὶ νῦν, Ἀγαλλιάσθω σήμερον (ζήτει εἰς τὸ Δοξαστικὸν εἰς τὸν στίχον τῶν Αἴνων). Εἶτα αἱ αἰτήσεις· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... . Καὶ εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον, τὸ ἀναστάσιμον τοῦ ἤχου καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα καὶ νῦν, Δεῦτε πάντες οἱ πιστοί.

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον, Δόξα, καὶ νῦν το προεόρτιον Χαρὰν προμνηστεύεται.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Μετὰ τὴν ἀπόλυσιν τοῦ Μεσονυκτικοῦ, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· τὸ Ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, τὸ αὐτό, Καὶ νῦν το προεόρτιον Χαρὰν προμνηστεύεται.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου (αὕτη ἡ α' στιχολογία).

    • Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν ἓν προεόρτιον Αἰνέσατε παρθένοι.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου (αὕτη ἡ β' στιχολογία).

    • Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν προεόρτιον Δαυΐδ προοδοποίησον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).

  • Τὸ Ἑωθινὸν ἀναστάσιμον Εὐαγγέλιον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός (ψαλλομένου τοῦ Ν' Ψαλμοῦ γίνεται ὁ ἀσπασμὸς τοῦ Εὐαγγελίου).

  • Δόξα, Ταῖς τῶν Ἀποστόλων. Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεὸς καὶ τὸ πεντηκοστάριον Ἀναστὰς ὁ Ἰησοῦς.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου..., Κύριε ἐλέησον (ιβ').

  • Οἱ κανόνες· ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς δ', τῆς Θεοτόκου εἰς β', ὁ προεόρτιος ἄνευ εἱρμῶν εἰς δ' καὶ ὁ τοῦ Ἁγίου Γρηγορίου εἰς δ' [Οὐ στιχολογεῖται Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι Ἀνοίξω τὸ στόμα μου.

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), Κοντάκιον καὶ Οἶκος προεόρτια. Κάθισμα τοῦ Ἁγίου Γρηγορίου, Δόξα τὸ αὐτό, Καὶ νῦν τὸ προεόρτιον.

  • Ἀφ' ἕκτης ᾠδῆς, Ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου αὐτοῦ.

  • Τὸ Συναξάριον τοῦ Μηναίου.

  • Ἡ Τιμιωτέρα στιχολογεῖται (μετὰ τὴν η' ᾠδὴν καὶ τὴν Καταβασίαν αὐτῆς).

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἀναστάσιμον ἐξαποστειλάριον, καὶ τὸ προεόρτιον.

  • Εἰς τοὺς Αἴνους· Πᾶσα πνοή, Αἰνεῖτε, καὶ ἡ Στιχολογία τῶν Αἴνων, ἤτοι οἱ στίχοι τοῦ ὑπόλοιπου ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι Τοῦ ποιῆσαι ἐν αὐτοῖς. Εἶτα, στιχηρὰ ἀναστάσιμα δ' καὶ προεόρτια δ', Δεῦτε πιστοὶ συνελθόντες, μετὰ τῶν στίχων αὐτῶν.

  • Δόξα· Τὸ Ἑωθινὸν Ἰδιόμελον.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις εἰς ἦχον β'.

  • Δοξολογία μεγάλη.

  • Ἀναστὰς ἐκ τοῦ μνήματος, εἰς ἦχον πλ. δ'.

  • Ἡ Ἐκτενής, ἡ Δέησις ("τὰ Πληρωτικά"), καὶ Ἀπόλυσις.

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημειώσεις:

  1. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

  2. Κατὰ τὸν Ρήγα [σ. 31, Τ.Γ.Ρ.]: Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
13/11/2005 - 14/02/2010