ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

Τυπικόν - IZ' Ιουλίου 2005 - Κυριακή Δ' Ματθαίου,
Μνήμη των Αγίων (630) Θεοφόρων Πατέρων της εν Χαλκηδόνι Δ' Οικουμενικής Συνόδου - Ήχος γ', εωθινόν δ'.


ΜΗΝ ΙΟΥΛΙΟΣ
ἔχων ἡμέρας λα'.
Ἡ ἡμέρα ἔχει ὥρας ιδ' καὶ ἡ νὺξ ὥρας ι'.

 

17 ΚΥΡΙΑΚΗ Δ' ΜΑΤΘΑΙΟΥ. ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ (630) ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ ΕΝ ΧΑΛΚΗΔΟΝΙ Δ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (451 μ.Χ.). Τῆς Ἁγίας ἐνδόξου Μεγαλομάρτυρος Μαρίνης (+δ' αἰ.). Τῶν Ἁγίων Μαρτύρων Σπεράτου καὶ Βηρονίκης. Τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν καὶ Ἱεραποστόλων τῶν Σλάβων: Κυρίλλου, Μεθοδίου, Κλήμεντος, Σάβα, Ἀγγελαρίου, Γοράσδωνος καὶ Ναούμ. Ἦχος γ', ἑωθινόν δ'.

Εἴδησις. Ἡ ἀκολουθία τῶν Ἁγίων Πατέρων κεῖται ἐν τῷ Μηναίῳ μεταξὺ ιγ' καὶ ιδ' Ἰουλίου.
 

Ἑσπερινός.

  • Μετὰ τὴν ἀπόλυσιν τῆς Θ' Ὥρας, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε, μέχρι Ἐξάγαγε ἐκ φυλακῆς (Ψαλμοί ρμ', ρμα', ρκθ', ρις')

  • Στιχηρά· Ἀναστάσιμα δ', τῶν Πατέρων γ' καὶ τῆς Ἁγίας γ'.

  • Δόξα τῶν Πατέρων.

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ), καὶ τὰ Ἀναγνώσματα τῶν Πατέρων.

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ Ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ], εἶτα τὰ τῆς Ἁγίας, Δόξα τῆς αὐτῆς, Καὶ νῦν, Μακαρίζομέν Σε. Εἶτα αἱ αἰτήσεις· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... . Καὶ εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον, τὸ ἀναστάσιμον τοῦ ἤχου καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα τῆς Ἁγίας.

  • Καὶ νῦν τῶν Πατέρων.

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον, τῶν Πατέρων, Δόξα τῆς Ἁγίας, Καὶ νῦν, Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Μετὰ τὴν ἀπόλυσιν τοῦ Μεσονυκτικοῦ, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· Ἀπολυτίκια, τὰ ἐν τῷ Ἑσπερινῷ.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν α' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν β' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).

  • Τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός (ψαλλομένου τοῦ Ν' Ψαλμοῦ γίνεται ὁ ἀσπασμὸς τοῦ Εὐαγγελίου).

  • Δόξα, Ταῖς τῶν Ἀποστόλων. Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεὸς καὶ τὸ πεντηκοστάριον Ἀναστὰς ὁ Ἰησοῦς.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου..., Κύριε ἐλέησον (ιβ').

  • Οἱ κανόνες· ὁ Ἀναστάσιμος καὶ τῆς Θεοτόκου εἰς ς', τῶν Πατέρων ὁ πρῶτος εἰς δ' καὶ τῆς Ἁγίας ὁ πρῶτος εἰς δ' [Οὐ στιχολογεῖται Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι Ἀνοίξω τὸ στόμα μου.

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), Κοντάκιον καὶ Οἶκος τῆς Ἁγίας· Κάθισμα τῶν Πατέρων, Δόξα τῆς Ἁγίας, Καὶ νῦν Θεοτοκίον.

  • Ἀφ' ἕκτης ᾠδῆς, Κοντάκιον καὶ Οἶκος τῶν Πατέρων.

  • Τὸ Συναξάριον τοῦ Μηναίου καὶ τῶν Πατέρων.

  • Ἡ Τιμιωτέρα στιχολογεῖται (μετὰ τὴν η' ᾠδὴν καὶ τὴν Καταβασίαν αὐτῆς).

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἀναστάσιμον ἐξαποστειλάριον, τῶν Πατέρων, τῆς Ἁγίας καὶ τὸ Θεοτοκίον αὐτοῦ.

  • Εἰς τοὺς Αἴνους· Πᾶσα πνοή, Αἰνεῖτε, καὶ ἡ Στιχολογία τῶν Αἴνων, ἤτοι οἱ στίχοι τοῦ ὑπόλοιπου ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι Τοῦ ποιῆσαι ἐν αὐτοῖς. Εἶτα, στιχηρὰ ἀναστάσιμα δ', τῶν Πατέρων γ' καὶ τῆς Ἁγίας γ'. Λέγομεν δὲ εἰς τὰ τελευταῖα τέσσαρα τροπάρια τῶν αἴνων τοὺς ἐφεξῆς στίχους: Στίχ. α' Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Στίχ. β' Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ. Στίχ. γ' Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Στίχ. δ' Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

  • Δόξα· Τῶν Ἁγίων Πατέρων ὁ χορός.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις εἰς ἦχον β'.

  • Δοξολογία μεγάλη.

  • Σήμερον σωτηρία, εἰς ἤχον δ'.

  • Ἡ Ἐκτενής, ἡ Δέησις ("τὰ Πληρωτικά"), καὶ Ἀπόλυσις.

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημειώσεις:

  1. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

  2. Κατὰ τὸν Ρήγα [σ. 31, Τ.Γ.Ρ.]: Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
10/07/2005 - 14/02/2010