ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

Τυπικόν - Γ' Ιουλίου 2005 - Κυριακή Β' Ματθαίου - Ήχος α', εωθινόν β'.


ΜΗΝ ΙΟΥΛΙΟΣ
ἔχων ἡμέρας λα'.
Ἡ ἡμέρα ἔχει ὥρας ιδ' καὶ ἡ νὺξ ὥρας ι'.

 

3 ΚΥΡΙΑΚΗ Β' ΜΑΤΘΑΙΟΥ. Τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου) (+108). Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνατολίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (+458), ποιητοῦ τῶν ὁμωνύμων Στιχηρῶν. Τῶν Ἁγίων Μαρτύρων Θεοδότου, Θεοδότης, Γολινδούχ, Διομήδους, Εὐλαμπίου καὶ Ἀσκληπιάδου τοῦ "ἐπιτηδειωτάτου" καὶ Ὁμολογητοῦ. Μάρκου καὶ Μωκιανοῦ. Τοῦ Ἁγίου Ὁσιομάρτυρος Γερασίμου τοῦ ἐκ Μεγάλου Χωρίου Εὐρυτανίας (+1812). Τῶν Ὁσίων Πατέρων ἡμῶν τῶν ἀσκήσει λαμψάντων: Φιλίππου ἐπισκόπου καὶ Ἀνατολίου, τῶν Ρώσων καὶ Ἰωακείμ, τοῦ ἐν τῇ ἐν Ἀχαΐᾳ ἱερᾷ Μονῇ Νοτερνῶν (ιζ' αἰ.). Ἡ εὕρεσις τοῦ τάφου καὶ τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ραφαὴλ ἐν Μυτιλήνῃ. Ἦχος α', ἑωθινόν β'.

Τῇ αὐτῇ Κυριακῇ τὴν μνήμην ἑορτάζομεν πάντων τῶν ἐν Ἁγίῳ Ὄρει διαλαμψάντων Πατέρων, πάντων τῶν ἐν Παλαιστίνῃ Ἁγίων, τὴν σύναξιν τῶν 23 Ἁγίων τῆς νήσου Λέσβου καὶ τὴν ἐν Σερβίοις (Κοζάνης) σύναξιν τῆς Ἁγίας βασιλίσσης Ἄρτης Θεοδώρας.

 

Ἑσπερινός.

  • Μετὰ τὴν ἀπόλυσιν τῆς Θ' Ὥρας, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε, μέχρι Ἐξάγαγε ἐκ φυλακῆς (Ψαλμοί ρμ', ρμα', ρκθ', ρις')

  • Στιχηρά· Ἀναστάσιμα ζ', καὶ τοῦ Ἁγίου Προσόμοια γ'.

  • Δόξα καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ).

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ Ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα, καὶ νῦν, Θεοτοκίον εἰς τὸν αὐτὸν ἦχον τοῦ ἰδιομέλου, ἐκ τῶν κειμένων μετὰ τὰ κατ' ἀλφάβητον. Εἶτα αἱ αἰτήσεις· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... . Καὶ εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον, τὸ ἀναστάσιμον τοῦ ἤχου καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα καὶ νῦν, τὸ Θεοτοκίον τοῦ ἤχου τὸ κείμενον μετὰ τὰ ἀπόστιχα.

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον, Δόξα καὶ νῦν τὸ Θεοτοκίον αὐτοῦ.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Μετὰ τὴν ἀπόλυσιν τοῦ Μεσονυκτικοῦ, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· Ἀπολυτίκιον ἀναστάσιμον, Δόξα τὸ αὐτό, Καὶ νῦν τὸ Θεοτοκίον αὐτοῦ.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν α' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν β' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).

  • Τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός (ψαλλομένου τοῦ Ν' Ψαλμοῦ γίνεται ὁ ἀσπασμὸς τοῦ Εὐαγγελίου).

  • Δόξα, Ταῖς τῶν Ἀποστόλων. Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεὸς καὶ τὸ πεντηκοστάριον Ἀναστὰς ὁ Ἰησοῦς.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου..., Κύριε ἐλέησον (ιβ').

  • Οἱ κανόνες· ὁ ἀναστάσιμος τοῦ ἤχου μετὰ τῶν εἰρμῶν εἰς δ', ὁ σταυροαναστάσιμος ἄνευ τῶν εἱρμῶν εἰς γ', ὁ τῆς Θεοτόκου εἰς γ' καὶ ὁ τοῦ Ἁγίου εἰς δ' [Οὐ στιχολογεῖται Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι Ἀνοίξω τὸ στόμα μου.

  • [Δ.Ε.Ε.: ὁ ἀναστάσιμος μετὰ τῶν εἰρμῶν εἰς 4, καὶ τοῦ Ἁγίου εἰς 4]

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), Κάθισμα τοῦ Ἁγίου. Δόξα τὸ αὐτό, Καὶ νῦν τὸ Θεοτοκίον αὐτοῦ.

  • Ἀφ' ἕκτης ᾠδῆς, Ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου αὐτοῦ.

  • Τὸ Συναξάριον τοῦ Μηναίου.

  • Ἡ Τιμιωτέρα στιχολογεῖται (μετὰ τὴν η' ᾠδὴν καὶ τὴν Καταβασίαν αὐτῆς).

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἀναστάσιμον ἐξαποστειλάριον, καὶ τὸ Θεοτοκίον αὐτοῦ.

  • Εἰς τοὺς Αἴνους· Πᾶσα πνοή, Αἰνεῖτε, καὶ ἡ Στιχολογία τῶν Αἴνων, ἤτοι οἱ στίχοι τοῦ ὑπόλοιπου ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι Τοῦ ποιῆσαι ἐν αὐτοῖς. Εἶτα, στιχηρὰ ἀναστάσιμα δ' καὶ ἀνατολικά δ', λέγοντες εἰς τὰ δύο τελευταία τοὺς συνήθεις τῆς Κυριακῆς στίχους, ἤτοι α' Ἀνάστηθι Κύριε ὁ Θεός μου, καὶ β' Ἐξομολογήσομαί Σοι Κύριε.

  • Δόξα· Τὸ Ἑωθινὸν Ἰδιόμελον.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις εἰς ἦχον β'.

  • Δοξολογία μεγάλη (εἰς τὸν ἦχον τοῦ Ἑωθινοῦ).

  • Σήμερον σωτηρία, εἰς ἤχον δ'.

  • Ἡ Ἐκτενής, ἡ Δέησις ("τὰ Πληρωτικά"), καὶ Ἀπόλυσις.

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημειώσεις:

  1. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

  2. Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
26/06/2005 - 14/02/2010