ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

Τυπικόν - ΙΘ' Ιουνίου 2005 - Κυριακή της Αγίας Πεντηκοστής


ΜΗΝ ΙΟΥΝΙΟΣ
ἔχων ἡμέρας λ'.
Ἡ ἡμέρα ἔχει ὥρας ιε' καὶ ἡ νὺξ ὥρας θ'.

 

19 ΚΥΡΙΑΚΗ Η' ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ, ἐν ᾗ τὴν Ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν. Τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα τοῦ Θεαδέλφου. Τοῦ Ἁγίου Μάρτυρος Ζωσίμου (+ β' αἰ.). Τῶν Ὁσίων Πατέρων ἡμῶν Ζήνωνος καὶ Παϊσίου τοῦ μεγάλου. Τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀσυγκρίτου.

[Δ.Ε.Ε.: λέει ὅτι εἶναι καὶ "Ἰούδα ἀποστόλου τοῦ Θαδδαίου ἢ Λεββαίου (ἐκ τῶν 12)", σ. 200]

 

Ἑσπερινός.

  • Μετὰ τὴν ἀπόλυσιν τῆς Θ' Ὥρας, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλον).

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε, μέχρι Ἐξάγαγε ἐκ φυλακῆς (Ψαλμοί ρμ', ρμα', ρκθ', ρις')

  • Στιχηρά· Ἰδιόμελα γ' πρὸς ἦχον α', Πεντηκοστὴν ἑορτάζομεν κτλ. δευτεροῦντες τὸ α'. Εἶτα ε' πρὸς ἦχον β',  Εἴδομεν τὸ φῶς κτλ. δευτεροῦντες πάλιν τὸ α᾿.

  • Δόξα καὶ νῦν, Δεῦτε λαοί.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ), καὶ τὰ Ἀναγνώσματα τῆς Ἑορτῆς.

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Λιτή ἐν τῷ Νάρθηκι· τὰ γ' ἰδιόμελα τῆς ἑορτῆς, Δόξα καὶ νῦν, Ὅτε τὸ Πνεῦμά Σου. Εἶτα αἱ αἰτήσεις· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... . Καὶ εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον, στιχηρὰ ἰδιόμελα Ἀγνοοῦντα τὰ ἔθνη καὶ τὰ ἕτερα δύο, μετὰ τῶν στίχων αὐτῶν.

  • Δόξα καὶ νῦν, Γλῶσσαι ποτὲ συνεχύθησαν.

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκιον Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐκ τρίτου.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Μετὰ τὴν ἀπόλυσιν τοῦ Μεσονυκτικοῦ, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

  • Δεῦτε προσκυνήσωμεν.

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος, τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς ἐκ γ'.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν α' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα Τὴν μεθέορτον πιστοί, Δόξα καὶ νῦν τὸ αὐτό.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν β' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα Ἡ τοῦ Πνεύματος πηγή, Δόξα καὶ νῦν τὸ αὐτό.

  • Ὁ Πολυέλεος, μεθ' ὅν, κάθισμα Μετὰ τὴν ἔγερσιν Χριστέ. Δόξα καὶ νῦν τὸ αὐτό.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Τὸ α' ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ' ἤχου.

  • Προκείμενον Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Στίχ. Κύριε εἰσάκουσον τῆς προσευχῆς μου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).

  • Εὐαγγέλιον ἑωθινον θ', Οὔσης ὀψίας, μέχρι τοῦ ἄν τινων κρατῆτε κεκράτηνται (ἀναγινώσκεται δὲ τοῦτο πρὸ τῶν ἁγίων θυρῶν).

  • Ἀνάστασιν Χριστοῦ οὐ λέγομεν, ἀλλ' εὐθὺς ψάλλομεν τὸν Ν' Ψαλμὸν καὶ γίνεται ὁ ἀσπασμὸς τοῦ Εὐαγγελίου.

  • Δόξα, Ταῖς τῶν Ἀποστόλων. Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου. Στίχ. Ἐλέησόν με ὁ Θεός, καὶ τὸ ἰδιόμελον Βασιλεῦ οὐράνιε.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...

  • Οἱ κανόνες· ὁ πρῶτος μετὰ τῶν εἱρμῶν εἰς η' καὶ ὁ ἰαμβικὸς μετὰ τῶν εἱρμῶν εἰς ς'. Οὐ λέγομεν δὲ ἐν αὐτοῖς στίχους τῶν ᾠδῶν, ἀλλ' οἱ μὲν εἱρμοὶ ἄνευ στίχου, τὰ δὲ τροπάρια μετὰ τοῦ Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι, καὶ εἰς τὰ δύο τελευταία ἑκάστης ᾠδῆς τοῦ ἰαμβικοῦ, τὸ Δόξα καὶ τὸ Καὶ νῦν. Μεθ' ἑκάστην δὲ ᾠδὴν καταβασίαι διπλαῖ, οἱ εἱρμοὶ ἀμφοτέρων τῶν κανόνων, ἤτοι Πόντω ἐκάλυψε καὶ Θείῳ καλυφθείς.

  • [Δ.Ε.Ε.: κανόνες, οἱ δύο τοῦ Πεντηκοσταρίου μετὰ τῶν εἱρμῶν αὐτῶν εἰς 8]

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), κάθισμα Οἱ τοῦ Σωτῆρος Μαθηταί. Δόξα καὶ νῦν τὸ αὐτό.

  • Ἀφ' ἕκτης ᾠδῆς, κοντάκιον Ὅτε καταβάς, καὶ ὁ οἶκος Ταχεῖαν καὶ σταθηράν. Συναξάριον τοῦ Μηναίου, εἶτα τοῦ Πεντηκοσταρίου.

  • Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται, ἀλλὰ ψάλλεται μόνη ἡ θ΄ τῆς ἑορτῆς, τοῦ μὲν πρώτου κανόνος μετὰ τοῦ Δόξα Σοι ὁ Θεός, τοῦ δὲ δευτέρου μετὰ τοῦ μεγαλυναρίου Ἀπόστολοι τὴν χάριν τοῦ Παρακλήτου λαβόντες ἐξεπλήττοντο, ἑτέραις γλώσσαις λαλοῦντες, καθὼς τὸ Πνεῦμα ἐδίδου, ὅπερ ἐπαναλαμβάνεται καὶ πρὸ τοῦ εἱρμοῦ καὶ πρὸ ἑκάστου τῶν τροπαρίων. Καταβασίαι Μὴ τῆς φθορᾶς, καὶ Ἀπόστολοι τὴν χάριν... Χαίροις Ἄνασσα, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἐξαποστειλάρια Τὸ πανάγιον Πνεῦμα δίς, καὶ Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, ἅπαξ.

  • Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ γ' Στιχηρὰ Ἰδιόμελα Παράδοξα σήμερον κτλ., δευτεροῦντες αὐτά.

  • [T.ME, Δ.Ε.Ε. καὶ Τ.Γ.Ρ: Τὰ γ' Ἰδιόμελα εἰς δ']

  • Δόξα καὶ νῦν· Βασιλεῦ οὐράνιε.

  • Δοξολογία μεγάλη.

  • Τὸ ἀπολυτίκιον Εὐλογητὸς εἶ Χριστέ ὁ Θεὸς ἡμῶν, ἅπαξ.

  • Ἡ Ἐκτενής, καὶ Ἀπόλυσις.

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

Εἴδησις. Τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος (σ. 201), λένε: [...] "Εἴη τὸ ὄνομα Κυρίου"· εὐχὴ ἀπολύσεως, ὡς ἐν τῷ ἑσπερινῷ, μεθ' ἣν ψάλλεται συνήθως ἡ ἀκολουθία τοῦ ἑσπερινοῦ, ὡς ἔπεται. [...] . Ἐμεῖς λέμε, ὅτι αὐτὴ ἡ κακὴ καὶ δύστροπη συνήθεια πρέπει νὰ κοπεῖ ἐπιτέλους, καὶ νὰ μὴν ἀτιμάζουμε τὴν Κυριακὴ γονατίζοντας. Ὁ Ἑσπερινὸς τῆς Κυριακῆς πρέπει νὰ γίνεται κανονικὰ τὸ ἑσπέρας τῆς Κυριακῆς (σύμφωνα μὲ τοὺς Ἱεροὺς Κανόνες), καὶ δὲς γιὰ περισσότερες λεπτομέρειες τὸ ἄρθρο μας περὶ Γονυκλισίας: http://analogion.gr/Ekklhsia_kai_Kanonikothta/001_Gonuklisia.htm .

 

Σημειώσεις:

  1. Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
15/06/2005 - 14/02/2010