ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

Τυπικόν - ΚΖ' Μαρτίου 2005 - Κυριακή Β' των Νηστειών, του Αγίου Γρηγορίου του Παλαμά - Ήχος β', Εωθινόν Ι'.


ΜΗΝ ΜΑΡΤΙΟΣ
ἔχων ἡμέρας λα'.
Ἡ ἡμέρα ἔχει ὥρας ιβ' καὶ ἡ νύξ ὥρας ιβ'.

 

27 ΚΥΡΙΑΚΗ Β' ΤΩΝ ΝΗΣΤΕΙΩΝ, ἐν ᾗ μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Παλαμᾶ (+1360). Τῶν Ἁγίων Μαρτύρων· Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ (γ'-δ' αἰ.), Φιλητοῦ τοῦ συγκλητικοῦ καὶ Λυδίας τῆς συζύγου καὶ τῶν τέκνων των· Θεοπρεπίου καὶ Μακεδόνος. Ἀμφιλοχίου τοῦ δουκὸς καὶ Κρονίδου Κομενταρησίου. Βαρουχίου καὶ Ἰωάννου. Τοῦ Ἁγίου Προφήτου Ἀνανίου. Τοῦ Ἁγίου καὶ Δικαίου Βαραχίου. Τῶν Ὁσίων· Παύλου Ἐπισκόπου Κορίνθου (+950) ἀδελφοῦ Πέτρου τοῦ Ἁγιωτάτου Ἐπισκόπου Ἄργους τοῦ σημειοφόρου, Εὐτυχίου καὶ Κηρύκου τοῦ ἐν Ἄπρῳ. Ἦχος β', ἑωθινόν ι'.

 

Ἑσπερινός.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε.

  • Στιχηρά· Ἀναστάσιμα ς', καὶ τοῦ Ἁγίου προσόμοια γ' δευτεροῦντες τὸ α'.

  • Δόξα, Ὅσιε τρισμάκαρ.

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ).

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Ἡ Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ Ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ], Δόξα καὶ νῦν θεοτοκίον. Οἱ συνήθεις εὐχὲς τῆς Λιτῆς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... και εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον ἐκ τῆς Ὀκτωήχου· τὸ ἀναστάσιμον Στιχηρὸν καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα, Ἡ γρήγορος γλῶσσά σου.

  • Καὶ νῦν, Θεοτοκίον Ἀνύμφευτε Παρθένε.

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον, Δόξα Ὀρθοδοξίας ὁ φωστήρ, Καὶ νῦν Θεοτοκίον Ὁ δι' ἡμᾶς γεννηθείς.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· Ἀπολυτίκιον ἀναστάσιμον, Δόξα Ὀρθοδοξίας ὁ φωστήρ, Καὶ νῦν Θεοτοκίον Ὁ δι' ἡμᾶς γεννηθείς.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν α' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν β' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • [Η.Ο.Π.: Δὲν ἔχει καθόλου Ψαλτήριον]

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).

  • Τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός εἰς ἦχον πλ. δ᾿.

  • Δόξα, Τῆς μετανοίας ἄνοιξόν μοι. Καὶ νῦν Θεοτοκίον Τῆς σωτηρίας εὔθυνόν μοι. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεός, καὶ τὸ ἰδιόμελον Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...

  • Κανόνες, ὁ Ἀναστάσιμος εἰς δ', ὁ σταυροαναστάσιμος εἰς β', τῆς Θεοτόκου εἰς β', καὶ τοῦ Ἁγίου εἰς ς' [Τῷ Κυρίῳ ἄσωμεν οὐ στιχολογεῖται]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι, Ἀνοίξω τὸ στόμα μου.

  • [Δ.Ε.Ε.: ὁ ἀναστάσιμος μετὰ τῶν εἰρμῶν εἰς 4, καὶ ὁ τοῦ Τριωδίου εἰς 4]

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), Κοντάκιον καὶ Οἶκος ἀναστάσιμα. Κάθισμα τοῦ Ἁγίου, Δόξα τὸ αὐτό, Καὶ νῦν Θεοτοκίον.

  • Ἀφ' ἕκτης ᾠδῆς, κοντάκιον καὶ οἶκος τοῦ Ἁγίου. Συναξάριον τοῦ Μηναίου, εἶτα τοῦ Τριῳδίου.

  • Ἡ Τιμιωτέρα στιχολογεῖται.

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἐξαποστειλάριον ἀναστάσιμον, τοῦ Ἁγίου καὶ Θεοτοκίον.

  • Εἰς τοὺς Αἴνους· Πᾶσα πνοή, Αἰνεῖτε, καὶ ἡ Στιχολογία τῶν Αἴνων, ἤτοι οἱ στίχοι τοῦ ὑπόλοιπου ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι "Τοῦ ποιῆσαι ἐν αὐτοῖς". Εἶτα, στιχηρὰ ἀναστάσιμα δ' καὶ ἀνατολικὸν ἕν· καὶ τοῦ Ἁγίου γ' λέγοντες εἰς τὰ δύο τελευταία τροπάρια τοῦ Ἁγίου στίχους: α'. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν, β'. Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

  • [Τριώδιον ΦΩΣ: Ὁμοίως]

  • [Δ.Ε.Ε.: ἀναστάσιμα 4, καὶ τοῦ Ἁγίου 3 εἰς 4]

  • Δόξα· Τοῖς ἐν σκότει ἁμαρτημάτων.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις.

  • Δοξολογία μεγάλη.

  • Σήμερον σωτηρία, εἰς ἤχον δ'.

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημειώσεις:

  1. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

  2. Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
14/02/2010