ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

Κ' Μαρτίου 2005 - Κυριακή της Ορθοδοξίας (Α' των Νηστειών) - Ήχος α', Εωθινόν Θ'.


ΜΗΝ ΜΑΡΤΙΟΣ
ἔχων ἡμέρας λα'.
Ἡ ἡμέρα ἔχει ὥρας ιβ' καὶ ἡ νύξ ὥρας ιβ'.

 

20 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ, ἐν ᾗ ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων αὐτοκρατόρων Κωνσταντινουπόλεως Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς πατριαρχείας τοῦ Ἁγίου Ὁμολογητοῦ Μεθοδίου. Μνήμη τῶν Ἁγίων Ἀββάδων τῶν ἀναιρεθέντων ὑπὸ τῶν Μαύρων ἐν τῇ μονῇ τοῦ Ἁγίου Σάββα τοῦ Ἡγιασμένου (+796). Τῶν ἁγίων Μαρτύρων· Ἀκύλα τοῦ ἐπάρχου. Ἀλεξανδρίας καὶ τὼν σὺν αὐτῇ ἐν Ἀμινσῷ Ἀλεξανδρείας Ἑπτὰ γυναικῶν: Εὐφημίας, Εὐφρασίας, Θεοδοσίας, Θεοδώρας, Ἰουλιανῆς, Κλαυδίας καὶ Ματρώνης. Λολλίωνος, Ἐμμανουὴλ καὶ Ροδιανοῦ. Τοῦ Ἁγίου Νεομάρτυρος Μύρωνος, ράπτου, τοῦ ἐξ Ἡρακλείου Κρήτης (+1793). Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικήτα Ἐπισκόπου Ἀπολλωνιάδος, τοῦ Ὁμολογητοῦ. Ἦχος α', ἑωθινόν θ'.

 

Ἑσπερινός.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε.

  • Στιχηρά· Ἀναστάσιμα ς', καὶ τοῦ Τριωδίου προσόμοια δ'.

  • Δόξα, Ἡ Χάρις ἐπέλαμψε.

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ).

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Ἡ Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ Ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα, Χαίρετε προφῆται τίμιοι. Καὶ νῦν Θεοτοκίον, Τὴν πᾶσαν ἐλπίδα μου. Οἱ συνήθεις εὐχὲς τῆς Λιτῆς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... και εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον ἐκ τῆς Ὀκτωήχου· τὸ ἀναστάσιμον Στιχηρὸν καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα, Οἱ ἐξ ἀσεβείας.

  • Καὶ νῦν, Θεοτοκίον Ὤ θαύματος καινοῦ.

  • [Τριώδιον ΦΩΣ: Ὁμοίως]

  • [Δ.Ε.Ε.: Δόξα καὶ νῦν Οἱ ἐξ ἀσεβείας]

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον, Δόξα Τὴν ἄχραντον εἰκόνα Σου, Καὶ νῦν Θεοτοκίον Πάντα ὑπὲρ ἔννοιαν.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· Ἀπολυτίκιον ἀναστάσιμον, Δόξα Τὴν ἄχραντον εἰκόνα Σου, Καὶ νῦν Θεοτοκίον Πάντα ὑπὲρ ἔννοιαν.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν α' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν β' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • [Τ.Μ.Ε.: τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]

  • [Η.Ο.Π.: Δὲν ἔχει καθόλου Ψαλτήριον]

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).

  • Τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός εἰς ἦχον πλ. δ᾿.

  • Δόξα, Τῆς μετανοίας ἄνοιξόν μοι. Καὶ νῦν Θεοτοκίον Τῆς σωτηρίας εὔθυνόν μοι. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεός, καὶ τὸ ἰδιόμελον Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...

  • Κανόνες, ὁ Ἀναστάσιμος εἰς δ', ὁ σταυροαναστάσιμος εἰς β', τῆς Θεοτόκου εἰς β', καὶ τοῦ Τριωδίου εἰς ς' [Οὐ στιχολογεῖται δὲ Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι, Θαλάσσης τὸ Ἐρυθραῖον πέλαγος.

  • [Δ.Ε.Ε.: ὁ ἀναστάσιμος μετὰ τῶν εἰρμῶν εἰς 4, καὶ ὁ τοῦ Τριωδίου εἰς 4]

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), Κοντάκιον καὶ Οἶκος ἀναστάσιμα. Κάθισμα τοῦ Τριῳδίου, Δόξα ἕτερον, Καὶ νῦν Θεοτοκίον.

  • Ἀφ' ἕκτης ᾠδῆς, κοντάκιον καὶ οἶκος τοῦ Τριῳδίου. Συναξάριον τοῦ Μηναίου, εἶτα τοῦ Τριῳδίου.

  • Ἡ Τιμιωτέρα στιχολογεῖται.

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἐξαποστειλάριον ἀναστάσιμον καὶ τοῦ Τριῳδίου καὶ Θεοτοκίον.

  • Εἰς τοὺς Αἴνους· Πᾶσα πνοή, Αἰνεῖτε, καὶ οἱ στίχοι τοῦ ὑπόλοιπου ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι "Τοῦ ποιῆσαι ἐν αὐτοῖς". Εἶτα, στιχηρὰ ἀναστάσιμα δ' καὶ ἀνατολικὸν ἕν· καὶ τοῦ Τριωδίου προσόμοια γ' λέγοντες εἰς τὰ δύο τελευταία τοὺς συνήθεις τῆς Κυριακῆς στίχους, ἤτοι α' Ἀνάστηθι Κύριε ὁ Θεός μου, καὶ β' Ἐξομολογήσομαί Σοι Κύριε.

  • [Τριώδιον ΦΩΣ: Ὁμοίως]

  • [Δ.Ε.Ε.: ἀναστάσιμα 4, καὶ τῆς ἑορτῆς 3 εἰς 4]

  • Δόξα· Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις.

  • Δοξολογία μεγάλη.

  • Σήμερον σωτηρία, εἰς ἤχον δ'.

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημειώσεις:

  1. Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

  2. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
12/04/2008