ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

ΣΤ' Μαρτίου 2005, Τριώδιον, Κυριακή της Απόκρεω


ΜΗΝ ΜΑΡΤΙΟΣ
ἔχων ἡμέρας λα'.
Ἡ ἡμέρα ἔχει ὥρας ιβ' καὶ ἡ νύξ ὥρας ιβ'.

 

6 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ, ἐν ᾗ μνείαν ποιούμεθα τῆς Δευτέρας καὶ ἀδεκάστου παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῶν Ἁγίων Μεγαλομαρτύρων· Ἀετίου, Θεοδώρου, Θεοφίλου, Κωνσταντίνου καὶ Μελισσηνοῦ τῶν στρατηγῶν, Βασσόη, Καλλίστου, Κρατεροῦ καὶ τῶν σὺν αὐτοῖς τεσσαράκοντα δύο Μαρτύρων (+845) τῶν ἐξ Ἀμορίου (Φρυγίας) καὶ ἐν Βαγδάτῃ μαρτυρησάντων, καὶ μνήμη τῆς εὑρέσεως τοῦ Τιμίου Σταυροῦ μετὰ τῶν τιμίων ἥλων ὑπὸ τῆς Ἁγίας Ἑλένης (326). Εὐβούλου, Εὐφροσύνου καὶ Ἰουλιανοῦ. Τῶν Ὁσίων· Ἀρκαδίου, Ἡσυχίου τοῦ θαυματουργοῦ καὶ Μαξίμου τοῦ μάρτυρος. Ἦχος βαρύς, ἑωθινόν ζ'.

Εἴδησις. Τῇ πρώτῃ Κυριακῇ τοῦ Μαρτίου, κατ' ἀπόφασιν τῆς Ἱερᾶς Συνόδου, τιμᾶται ἡ μνήμη τοῦ ἁγίου ἱερέως Νικολάου τοῦ Πλανᾶ διὰ μεταθέσεως ἐκ τῆς κυριωνύμου ἡμέρας αὐτοῦ (+ 2 Μαρτίου 1932). Ἡ ἀκολουθία αὐτοῦ συνετάγη ὑπὸ τοῦ Σεβ. Μητροπολίτου Πατρῶν κ. Νικοδήμου.
 

Ἑσπερινός.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε.

  • Στιχηρά· Ἀναστάσιμα ς', καὶ τοῦ Τριωδίου προσόμοια δ'.

  • Δόξα, Ὅταν τίθωνται θρόνοι.

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ).

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Ἡ Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα, Τὰς τοῦ Κυρίου γνόντες ἐντολάς. Καὶ νῦν, Ὑπὸ τὴν Σὴν Δέσποινα. Οἱ συνήθεις εὐχὲς τῆς Λιτῆς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... και εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον ἐκ τῆς Ὀκτωήχου· τὸ ἀναστάσιμον Στιχηρὸν καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα, Οἴμοι μέλαινα ψυχή.

  • Καὶ νῦν, Θεοτοκίον Ἀνύμφευτε Παρθένε.

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον ἅπαξ, Δόξα, καὶ νῦν, τὸ Θεοτοκίον αὐτοῦ.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· Ἀπολυτίκιον ἀναστάσιμον δίς, καὶ τὸ Θεοτοκίον ἅπαξ.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν α' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν β' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • [Τ.Μ.Ε.: τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]

  • [Δ.Ε.Ε.: τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος "Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος"]

  • [Η.Ο.Π.: Οὔτε κὰν ἀναφέρει Ψαλτήριον]

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).

  • Τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός εἰς ἦχον πλ. δ᾿.

  • Δόξα, Τῆς μετανοίας ἄνοιξόν μοι. Καὶ νῦν Θεοτοκίον Τῆς σωτηρίας εὔθυνόν μοι. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεός, καὶ τὸ ἰδιόμελον Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...

  • Κανόνες, ὁ Ἀναστάσιμος εἰς δ', τῆς Θεοτόκου εἰς β', καὶ τοῦ Τριωδίου εἰς η' [Οὐ στιχολογεῖται δὲ Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι, Βοηθὸς καὶ σκεπαστής.

  • [Δ.Ε.Ε.: ὁ ἀναστάσιμος μετὰ τῶν εἰρμῶν εἰς 4, καὶ τοῦ Τριωδίου εἰς ;;]

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), Κοντάκιον καὶ Οἶκος ἀναστάσιμα. Κάθισμα τοῦ Τριῳδίου Τὸ βῆμά Σου φρικτόν, ἕτερον Τὸν πάντων Ποιητήν, ἕτερον Ἐννοῶ τὴν ἡμέραν. Δόξα, Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος. Καὶ νῦν Θεοτοκίον Ἐλπὶς τοῦ κόσμου Ἀγαθή.

  • Ἀφ' ἕκτης ᾠδῆς, κοντάκιον καὶ οἶκος τοῦ Τριῳδίου. Συναξάριον τοῦ Μηναίου καὶ εἶτα τοῦ Τριῳδίου.

  • Ἡ Τιμιωτέρα στιχολογεῖται.

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἐξαποστειλάριον ἀναστάσιμον, τὰ δύο τοῦ Τριῳδίου καὶ τὸ Θεοτοκίον αὐτῶν.

  • Εἰς τοὺς Αἴνους· Πᾶσα πνοή, Αἰνεῖτε, καὶ οἱ στίχοι τοῦ ὑπόλοιπου ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι "Τοῦ ποιῆσαι ἐν αὐτοῖς". Εἶτα, στιχηρὰ ἀναστάσιμα δ' καὶ ἀνατολικὸν ἕν· καὶ τοῦ Τριωδίου ἰδιόμελα γ' λέγοντες εἰς τὰ δύο τελευταία τοὺς συνήθεις τῆς Κυριακῆς στίχους, ἤτοι α' Ἀνάστηθι Κύριε ὁ Θεός μου, καὶ β' Ἐξομολογήσομαί Σοι Κύριε.

  • Δόξα· Προκαθάρωμεν ἑαυτούς.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις.

  • Δοξολογία μεγάλη.

  • Ἀναστὰς ἐκ τοῦ μνήματος, εἰς ἤχον πλ. δ'. [Δές π.χ. ΣΥΛ. σ. 86]

  • [Δ.Ε.Ε.: Σήμερον σωτηρία]

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημειώσεις:

  1. Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

  2. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
27/02/2005