ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

ΚΖ' Φεβρουαρίου 2005, Τριώδιον, Κυριακή του Ασώτου


ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ
ἔχων ἡμέρας κη', εἰ δέ ἐστι Δίσεκτος, κθ'.
Ἡ ἡμέρα ἔχει ὥρας ια' καὶ ἡ νύξ ὥρας ιγ'.

 

27 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ (ΙΖ' ΛΟΥΚΑ). Προκοπίου ὁμολογητοῦ, τοῦ Δεκαπολίτου (+ η' αἰ.). Τῶν ἁγίων Μαρτύρων· Γελασίου τοῦ μίμου, Νησίου καὶ Τιμοθέου τοῦ ὁσίου. Τοῦ ἁγίου νεομάρτυρος Ἠλία τοῦ Τραπεζουντίου (1749). Τῶν Ὁσίων: Ἀσκληπιοῦ καὶ Ἰακώβου. Θαλλελαίου, Στεφάνου τοῦ γηροκόμου καὶ Τιμοθέου τοῦ ἐν Καισαρείᾳ. Ἦχος πλ. β', ἑωθινόν ς'.

Ἑσπερινός.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε.

  • Στιχηρά· Ἀναστάσιμα ς', καὶ τοῦ Τριωδίου ἰδιόμελα β', Εἰς ἀναμάρτητον χώραν, καὶ Ἐπιγνῶμεν ἀδελφοί, δευτεροῦντες αὐτά.

  • [Δ.Ε.Ε.: ἀναστάσιμα 7 καὶ τοῦ Τριωδίου 2 εἰς 3]

  • Δόξα, Ὢ πόσων ἀγαθῶν.

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας.

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Ἡ Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα, καὶ νῦν, Θεοτοκίον. Οἱ συνήθεις εὐχὲς τῆς Λιτῆς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... και εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον ἐκ τῆς Ὀκτωήχου· τὸ ἀναστάσιμον Στιχηρὸν καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα, Τῆς πατρικῆς δωρεᾶς.

  • Καὶ νῦν, Θεοτοκίον Ὁ Ποιητὴς καὶ Λυτρωτής μου.

  • Νῦν ἀπολύεις. Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον ἅπαξ, Δόξα, καὶ νῦν, τὸ Θεοτοκίον αὐτοῦ.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· Ἀπολυτίκιον ἀναστάσιμον δίς, καὶ τὸ Θεοτοκίον ἅπαξ.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν α' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

    • Τὸ Γ' Κάθισμα τοῦ Ψαλτηρίου.

    • Μετὰ τὴν β' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή (μετὰ τοῦ στίχου).

  • Τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός εἰς ἦχον πλ. δ᾿.

  • Δόξα, Τῆς μετανοίας ἄνοιξόν μοι. Καὶ νῦν Θεοτοκίον Τῆς σωτηρίας εὔθυνόν μοι. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεός, καὶ τὸ ἰδιόμελον Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...

  • Κανόνες, ὁ Ἀναστάσιμος εἰς δ', ὁ Σταυροαναστάσιμος εἰς β', τῆς Θεοτόκου εἰς β', καὶ τοῦ Τριωδίου εἰς ς' [Οὐ στιχολογεῖται δὲ Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι (οἱ εἰρμοὶ τοῦ Κανόνος), Τὴν Μωσέως ᾠδήν.

  • [Δ.Ε.Ε.: ὁ ἀναστάσιμος μετὰ τῶν εἰρμῶν εἰς 4, καὶ τοῦ Τριωδίου εἰς 4]

  • Ἀπὸ γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"), Κοντάκιον καὶ Οἶκος ἀναστάσιμα. Κάθισμα τοῦ Τριῳδίου, Δόξα τὸ αὐτό, Καὶ νῦν Θεοτοκίον.

  • Ἀφ' ἕκτης ᾠδῆς, κοντάκιον καὶ οἶκος τοῦ Τριῳδίου. Συναξάριον τοῦ Μηναίου καὶ εἶτα τοῦ Τριῳδίου.

  • Ἡ Τιμιωτέρα στιχολογεῖται.

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἐξαποστειλάριον ἀναστάσιμον, τὰ δύο τοῦ Τριῳδίου καὶ τὸ Θεοτοκίον.

  • Εἰς τοὺς Αἴνους· Πᾶσα πνοή, Αἰνεῖτε, καὶ οἱ στίχοι τοῦ ὑπόλοιπου ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι "Τοῦ ποιῆσαι ἐν αὐτοῖς". Εἶτα, στιχηρὰ ἀναστάσιμα δ' καὶ ἀνατολικὸν ἕν· καὶ τοῦ Τριωδίου ἰδιόμελα γ' λέγοντες εἰς τὰ δύο τελευταία τοὺς συνήθεις τῆς Κυριακῆς στίχους, ἤτοι α' Ἀνάστηθι Κύριε ὁ Θεός μου, καὶ β' Ἐξομολογήσομαί Σοι Κύριε.

  • Δόξα· Πάτερ ἀγαθέ.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις.

  • Δοξολογία μεγάλη.

  • Ἀναστὰς ἐκ τοῦ μνήματος, εἰς ἤχον πλ. δ'. [Δές π.χ. ΣΥΛ. σ. 86]

  • [Δ.Ε.Ε.: Σήμερον σωτηρία]

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημείωσις. Τὴν ἐν τῇ παρούσῃ Κυριακῇ λαχοῦσαν ἀκολουθίαν τοῦ Ἁγίου τοῦ Μηναίου ψάλλομεν εἰς τὰ ἀπόδειπνα τῇ παρελθούσῃ Παρασκευῇ ἑσπέρας.

Ἑτέρα. Δεῖ γινώσκειν ὅτι ἐν τῇ παρούσῃ ἑβδομάδι τῇ πρὸ τῆς Ἀπόκρεω, Ἀλληλούϊα οὐ ψάλλομεν· ἐκκόπτομεν δὲ καὶ ἕν κάθισμα τοῦ Ψαλτηρίου ἀπὸ τοῦ ὄρθρου, καὶ λέγομεν αὐτὸ εἰς τὸν ἑσπερινόν. Ὡσαύτως ποιοῦμεν καὶ τῇ ἑβδομάδι τῆς Τυρινῆς, ἐκτὸς τῆς Τετάρτης καὶ Παρασκευῆς, ἐν ταύταις γὰρ ψάλλομεν Ἀλληλούϊα ποιοῦντες μετανοίας, καὶ ἱστῶντες ἐνάτην, εἰ μὴ τύχῃ ἐν αὐταῖς ἡ ἑορτὴ τῆς Ὑπαπαντῆς ἢ ἑτέρου ἁγίου ἑορταζομένου, ὅτε γίνεται κατὰ τὸ Τυπικόν.

 

Σημειώσεις:

  1. Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

  2. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
24/02/2005