ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις

Κ' Φεβρουαρίου 2005, του Τελώνου και του Φαρισαίου


ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ
ἔχων ἡμέρας κη', εἰ δέ ἐστι Δίσεκτος, κθ'.
Ἡ ἡμέρα ἔχει ὥρας ια' καὶ ἡ νύξ ὥρας ιγ'.

 

20 ΚΥΡΙΑΚΗ (ΙΣΤ' ΛΟΥΚΑ) ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ, ἥ τις ἐστὶν ἡ τελευταία τῆς ἀνακυκλήσεως τῶν εὐαγγελικῶν ἀναγνωσμάτων, ἀφ' ἧς ἄρχονται συμψαλλόμενοι οἱ ἐν τῷ λειτουργικῷ βιβλίῳ τοῦ Τριωδίου περιεχόμενοι ὕμνοι. Τῶν ἐν ἁγίοις πατέρων ἡμῶν Λέοντος ἐπισκόπου Κατάνης (+780), τοῦ θαυματουργοῦ, καὶ Ἀγάθωνος πάπα Ρώμης. Τοῦ ἁγίου Ἱερομάρτυρος Σαδὼκ ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ 128 μαρτύρων τῷν ἐν Περσίᾳ. Τῶν ἁγίων Μαρτύρων· Διδύμου καὶ Ποταμίου. [Εὐτροπίου] καὶ Νεμεσίου τοῦ Κυπρίου. Τοῦ ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ Κάλφα (+1575). Τῶν Ὁσίων· Κινδέου, ἐπισκόπου Πισιδίας, Ἀνιανοῦ, Βησσαρίωνος τοῦ θαυματουργοῦ καὶ Πλωτίνου. Ἦχος πλ. α', ἑωθινὸν ε'.

Ἄρχεται τὸ Τριώδιον

Ἑσπερινός.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε.

  • Στιχηρά· Ἀναστάσιμα ζ', καὶ τοῦ Τριωδίου ἰδιόμελα β', Μὴ προσευξώμεθα, καὶ Φαρισαῖος κενοδοξίᾳ, δευτεροῦντες τὸ α'.

  • Δόξα, Παντοκράτορ Κύριε.

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας.

  • Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").

  • Ἡ Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα, καὶ νῦν, Θεοτοκίον. Οἱ συνήθεις εὐχὲς τῆς Λιτῆς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... και εἰσερχόμεθα ἐν τῷ ναῷ.

  • Εἰς τὸν Στίχον ἐκ τῆς Ὀκτωήχου· τὸ ἀναστάσιμον Στιχηρὸν καὶ γ' στιχηρὰ ἐκ τῶν κατ' ἀλφάβητον [Παρακλητική].

  • Δόξα, Βεβαρημένων τῶν ὀφθαλμῶν μου.

  • Καὶ νῦν, Θεοτοκίον Ναὸς καὶ πύλη ὑπάρχεις.

  • Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

  • Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον ἅπαξ, Δόξα, καὶ νῦν, τὸ Θεοτοκίον αὐτοῦ.

  • Ἀπόλυσις.

Ἰστέον ὅτι τὴν Ἀκολουθίαν τοῦ ἐν τῇ παρούσῃ Κυριακῇ ἐπιλαχόντος Ἁγίου ψάλλομεν τῇ παρελθούσῃ Παρασκευῇ εἰς τὸ Ἀπόδειπνον, εἰ μήπου τύχῃ μεγάλου Ἁγίου μνήμη.

 

Ὄρθρος

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...

  • Ὁ Ἐξάψαλμος.

  • Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").

  • Εἰς τὸ Θεὸς Κύριος· Ἀπολυτίκιον ἀναστάσιμον δίς, καὶ τὸ Θεοτοκίον ἅπαξ.

  • Ἡ Στιχολογία τοῦ Ψαλτηρίου:

    • Τὸ Β' Κάθισμα (αὕτη ἡ α' στιχολογία).

    • Μετὰ τὴν α' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

    • Γ' Κάθισμα (αὕτη ἡ β' στιχολογία).

    • Μετὰ τὴν β' στιχολογίαν, Μικρὴ Συναπτή ("Αἴτησις").

    • Κάθισμα ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.

  • Ὁ Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

  • Μικρὴ Συναπτή ("Αἴτησις").

  • Ἡ Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Τὸ Πᾶσα πνοή.

  • Εὐαγγέλιον ἑωθινὸν ἀναστάσιμον.

  • Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

  • Ὁ Ν' Ψαλμός εἰς ἦχον πλ. δ᾿.

  • Δόξα, Τῆς μετανοίας ἄνοιξόν μοι. Καὶ νῦν Θεοτοκίον Τῆς σωτηρίας εὔθυνόν μοι. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεός, καὶ τὸ ἰδιόμελον Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν.

  • Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...

  • Κανόνες, ὁ ἀναστάσιμος εἰς δ', ὁ σταυροαναστάσιμος εἰς β', τῆς Θεοτόκου εἰς β', καὶ τοῦ Τριωδίου εἰς ς' [Οὐ στιχολογεῖται δὲ Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι, Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.

  • [Δ.Ε.Ε.: ὁ ἀναστάσιμος μετὰ τῶν εἰρμῶν εἰς 4, καὶ τοῦ Τριωδίου ἄνευ τῶν εἰρμῶν 4]

  • Μετὰ τὴν γ' ᾠδὴν (δηλ. μετὰ τὴν Καταβασία τῆς γ' ᾠδῆς), Μικρὴ Συναπτή ("Αἴτησις"), Κοντάκιον καὶ Οἶκος ἀναστάσιμα. Κάθισμα τοῦ Τριῳδίου, Δόξα ἕτερον, Καὶ νῦν Θεοτοκίον.

  • Ἀφ' ἕκτης ᾠδῆς (δηλ. μετὰ τὴν Καταβασία τῆς ς' ᾠδῆς), κοντάκιον τοῦ Τριωδίου Φαρισαίου φύγωμεν, καὶ τὸ ἕτερον Στεναγμοὺς προσοίσωμεν καὶ ὁ οἶκος.

  • Συναξάριον τοῦ Μηναίου καὶ εἶτα τοῦ Τριῳδίου.

  • Ἡ Τιμιωτέρα.

  • Ἡ θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).

  • Ἅγιος Κύριος, Ἐξαποστειλάριον, τὸ ἀναστάσιμον, τὸ τοῦ Τριῳδίου καὶ τὸ Θεοτοκίον.

  • Εἰς τοὺς Αἴνους· στιχηρὰ ἀναστάσιμα δ', καὶ τοῦ Τριωδίου ἰδιόμελα δ' λέγοντες εἰς τὰ δύο τελευταία τοὺς συνήθεις στίχους, ἤτοι α' Ἀνάστηθι Κύριε ὁ Θεός μου, καὶ β' Ἐξομολογήσομαί Σοι Κύριε.

  • [Δ.Ε.Ε.: στιχηρὰ ἀναστάσιμα 5 καὶ τοῦ Τριῳδίου ἰδιόμελα 3]

  • Δόξα· Ταῖς ἐξ ἔργων καυχήσεσι.

  • Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις.

  • Δοξολογία μεγάλη.

  • Ἀναστὰς ἐκ τοῦ μνήματος, εἰς ἤχον πλ. δ'. [Δές π.χ. ΣΥΛ. σ. 86]

  • [Δ.Ε.Ε.: Σήμερον σωτηρία]

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Εἴδησις. Ἰστέον, ὅτι ἐν ὅλῃ τῇ ἐφεξῆς ἑβδομάδι γίνεται κατάλυσις εἰς πάντα (Ὠρολόγιον τὸ Μέγα, σ. 514).

 

Σημειώσεις:

  1. Ὁ Ἅγιος Λέων ἐπίσκοπος Κατάνης, ἀπὸ τὴν ἀκολουθία του ὡς εὐρίσκεται στὸ Μηναῖον, θεωρεῖται Μὴ ἑορταζόμενος Ἅγιος.

  2. Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως διατάσσεται.

  3. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
20/02/2005