ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις


ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ
ἔχων ἡμέρας κη', εἰ δέ ἐστι Δίσεκτος, κθ'.
Ἡ ἡμέρα ἔχει ὥρας ια' καὶ ἡ νύξ ὥρας ιγ'.

 

6 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΤΑΛΑΝΤΩΝ). Βουκόλου ἐπισκόπου Σμύρνης (+ Α' αἰ.), Φωτίου πατριάρχου Κωνσταντινουπόλεως τοῦ μεγάλου καὶ ἰσαποστόλου (+891). Ἦχος γ', ἑωθινὸν γ'.

Ἑσπερινός.

  • Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').

  • Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου.

  • Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε.

  • Στιχηρά· Ἀναστάσιμα γ' καὶ ἀνατολικὸν ἕν, μεθέορτα γ' [τῆς ΣΤ' Φεβ.], καὶ τοῦ Ἁγίου τῆς ἡμέρας γ'.

  • (Δ.Ε.Ε.: Στιχηρά· Ἀναστάσιμα στ' καὶ μεθέορτα γ' εἰς δ'.)

  • Δόξα τῆς Ἑορτῆς [Ἐρευνᾶτε τὰς Γραφάς, ζήτει ΣΤ' Φεβ.].

  • Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.

  • Εἴσοδος. Φῶς ἱλαρόν.

  • Προκείμενον τῆς ἡμέρας.

  • Μεγάλη ἐκτενής, Καταξίωσον, Κύριε, καὶ τὰ πληρωτικά.

  • Λιτή· τὸ στιχηρὸν τοῦ ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ], εἶτα Δόξα καὶ νῦν τῆς ἑορτῆς, οἷον βούλει. Σῶσον ὁ Θεὸς τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'), κτλ.

  • Εἰς τὸν Στίχον· τὸ ἀναστάσιμον Στιχηρὸν καὶ τὰ κατ' ἀλφάβητον.

  • Δόξα καὶ νῦν τῆς Ἑορτῆς [Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, ζήτει Β' Φεβ.].

  • (Δ.Ε.Ε.: Δόξα καὶ νῦν, Ὁ παλαιὸς ἡμερῶν [εἰς τὸ Καὶ νῦν τῆς λιτῆς τῆς ἑορτῆς])

  • Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

  • Ἀπολυτίκια· Ἀναστάσιμον, Δόξα καὶ νῦν τῆς Ἑορτῆς.

  • Ἀπόλυσις.

 

Ὄρθρος

  • Οἱ Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου, κτλ.

  • Ὁ Ἐξάψαλμος.

  • Εἰς τὸ Θεὸς Κύριος· Ἀπολυτίκιον ἀναστάσιμον, Δόξα τὸ αὐτό, Καὶ νῦν τὸ τῆς Ἑορτῆς.

  • Στιχολογοῦνται τὸ Β' καὶ Γ' Κάθισμα τοῦ Ψαλτηρίου ὡς ἐξῆς:

    • Β' Κάθισμα (αὕτη ἡ α' στιχολογία).

    • Μικρὴ Συναπτή.

    • Μετὰ τὴν α' στιχολογίαν, ἀναστάσιμον κάθισμα, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τῆς Ἑορτῆς [ζήτει ΣΤ' Φεβ.].

    • Γ' Κάθισμα (αὕτη ἡ β' στιχολογία).

    • Μικρὴ Συναπτή.

    • Μετὰ τὴν β' στιχολογίαν, ἀναστάσιμον κάθισμα, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τῆς Ἑορτῆς [ζήτει ΣΤ' Φεβ.].

  • Ὁ Ἄμωμος εἰς στάσεις τρεῖς (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).

  • Τὰ Εὐλογητάρια.

  • Μικρὰ Συναπτή.

  • Ὑπακοὴ τοῦ Ἤχου.

  • Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.

  • Πάσα πνοή.

  • Εὐαγγέλιον ἑωθινὸν ἀναστάσιμον.

  • Ἀνάστασιν Χριστοῦ.

  • Ὁ Ν' Ψαλμός καὶ τὰ τῆς Κυριακῆς τροπάρια, καὶ ὁ ἀσπασμὸς τοῦ Εὐαγγελίου.

  • Κανόνες, ὁ ἀναστάσιμος μετὰ τῶν εἰρμῶν εἰς δ', τῆς Θεοτόκου εἰς β', τῆς ἑορτῆς εἰς δ' καὶ τοῦ ἁγίου τῆς ἡμέρας εἰς δ' [Οὐ στιχολογεῖται δὲ Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι Χέρσον ἀβυσσοτόκον.

  • Μετὰ τὴν γ' ᾠδὴν κοντάκιον τῆς ἑορτῆς.

  • Κάθισμα τοῦ ἁγίου, Δόξα τὸ αὐτό, Καὶ νῦν τῆς ἑορτῆς.

  • Ἀφ' ἕκτης κοντάκιον καὶ οἶκος τὰ ἀναστάσιμα.

  • Τὸ Συναξάριον τῆς ἡμέρας (ὡς κεῖται ἐν τοῖς Μηναίοις).

  • Ἡ Τιμιωτέρα.

  • Ἡ θ΄ ὠδὴ τῶν Κανόνων, ἡ Καταβασία καὶ ἡ αἴτησις.

  • Ἐξαποστειλάρια· τὸ ἀναστάσιμον καὶ τῆς ἑορτῆς ἅπαξ.

  • Εἰς τοὺς Αἴνους· ἀναστάσιμα δ', τῆς ἑορτῆς δ' [ζήτει Β' Φεβ.] μετὰ δύο στίχων τῆς ἑορτῆς.

  • (Δ.Ε.Ε.: τῆς ἑορτῆς, ἔχει ἀπόστιχα τῶν Αἴνων τῆς ΣΤ' Φεβ.)

  • Δόξα· τὸ Ἑωθινόν.

  • Καὶ νῦν, Ὑπερευλογημένη.

  • Δοξολογία μεγάλη.

  • Σήμερον σωτηρία, εἰς ἤχον δ'.

 

Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

Σημειώσεις:

  1. Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ', στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ', λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ' τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ' τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.

*    *    *

Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.

Παναγιώτης Δ. Παπαδημητρίου
30/01/2005